Can someone please translate this into English? It would be appreciated.
Πρόλογος
Ἡ παροῦσα τoῦ ἀρχετύπου τε καὶ Πατριαρχικοῦ, ἅμα δὲ καὶ Ὀρθοδόξου Κειμένου τῆς Καινῆς Διαθήκης ἔκδοσις ἐν μορφῇ ἠλεκτρονικῇ προσφέρεται παντὶ τῷ φιλοχρίστῳ ἐρευνητῇ τε καὶ καὶ μελετητῇ εἰς βοήθειάν τε καὶ εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀφιεροῦται δὲ τῇ ἱερᾷ μνήμνῃ τῶν ἐν Χριστῷ ἀναθρεψάντων με γονέων Κυριακοῦ τε καὶ Βασιλείας.
Θέλω δέ σε γνῶναι φίλε ἀναγνῶστα ὅτι τοῦ ἱεροῦ κειμένου τὸ κατὰ δύναμιν εὐλαβῶς ἐπιμεληθείς, οὐκ ἐφείσθην κόπων τε καὶ προσπαθειῶν, δίς τε καὶ τρίς τε καὶ τετράκις, ἔπος κατ’ ἔπος καὶ στίχον κατὰ στίχον, τοῦτο ἀντιπαραθέτων τῷ γραπτῷ κειμένῳ καὶ διορθῶν. Πολλάκις δὲ τοῦτο διελθών, πᾶσαν μηχανὴν μετῆλθον, ἵνα πλῆρες τε καὶ ἄρτιον τοῦτο καταρτήσω. Εἴτα, μελίττης δίκην, τῶν γραμματοσειρῶν τὰς ἀρτιωτέρας τε καὶ ὡραιωτερας ἐπιλέξας, ταῦταις τοῦτο προσήρμοσα. Σὺ οὖν τοῦτο διερχόμενος, εἰ παρ’ ἐλπίδα, μικρόν τι λάθος στίξεως ἢ τονισμοῦ, ἢ πάσης ἁπαξαπλῶς ὀρθογραφίας ἀνεύρῃς, τὴν ἐμὴν μετριότητα συγχώρησον ὅτι οὐκ ἐκ προθέσεως τὸ τοιοῦτον ἀλλ’ ἐξ ἀβλεψίας, καὶ τοῦτο μὲν διόρθωσον καὶ εἰ βούλη κἀμοι διαμήνυσον. Οὐ γὰρ ἐπιλανθάνομαι τοῦ ῥήματος τοῦ Κυρίου τοῦ εἰπόντος "Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ".(Ἀπ-22-18) Ἐμοὶ δὲ δοκεῖ ὅτι οὐ μόνον διὰ τὴν Ἀποκάλυψιν τοῦτο λέγει, ἀλλὰ καὶ διὰ τῶν Γραφῶν τὸ σύνολον, Παλαιᾶς τε καὶ Καινῆς. Γνώριζε δέ, ὅτι ἐὰν κόμμα ἓν ἢ τελεία μία προστεθείη, τὸ ὅλον πολλάκις νόημα ἀλλοιοῦται, ἄλλα ἀντ’ ἄλλων λέγον καὶ ἀλλέως ἑρμηνευόμενον. Δοκεῖ δέ μοι ὅτι πλεῖσται ὅσαι αἱρέσεις ἐκ παρερμηνειῶν τοιούτων γεννόνται, τὴν ὀρθὴν ἡμῶν πίστιν ἀλλοιοῦσαι. Τὸ ἐπ’ ἐμοὶ δὲ οὐ παύσομαι πάντοτε τοῦτο ἐλέγχων τε καὶ διορθῶν.
Ὅτε δὲ τὸ Κείμενον τοῦτο πλήρως διεξέλθης, Ματθαίου τε καὶ Μάρκου, Λουκᾶ τε καὶ Ἰωάννου τὰ ἱερὰ Εὐαγγέλια, εἴτα τῶν ἁγίων Ἀποστόλων τὰς Πράξεις τε καὶ ἐπιστολάς, ἐν δὲ κατακλείδι καὶ κορωνίδος δίκην τοῦ θειοτάτου Ἰωάννου τὴν Ἀποκάλυψιν, καὶ τὰς ἐν αὐτῷ ἐντολάς τε καὶ διδάγματα ἐναποταμιεύσης, τῆς τοῦ Κυρίου ἡμῶν Καινῆς Διαθήκης τὸ χρυσίον ἀναγνωρίσης, καὶ τὴν μὲν δοκίμην τῶν ἀρετῶν ὁδὸν ἀσμένως ἐπιλέξης, τὴν δὲ τῆς κακίας ῥᾳδίως ἀπορρίψης. Νῦν δέ, δισχιλίων ἤδη ἕτων παρεληλυθότων ἀπὸ τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνανθρωπήσεως, οἱ πατέρες ἡμῶν, Ἕλληνες ὄντες, εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν πεπιστεύκασι καὶ εἰς τὸ ὄνομα αὐτοῦ βαπτισθέντες τοῦ ἁγίου Πνεύματος τὴν χάριν εἰλήφασι. Ἡμεῖς δέ, τήν τε Καινὴν Διαθήκην καὶ τὴν ὀρθὴν πίστιν τετηρηκότες, καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος τὴν χάριν εἰληφότες, τὸ ἐν αὐτῷ ζῆν τε καὶ κινεῖσθαι καὶ εἶναι, ἔχομέν τε καὶ ἕξομεν.(πρβλ. Πραξ-17-28)
Πέτρος Πεταλλίδης
ἐν Λεμεσῷ τῆς μεγάλης νήσου Κύπρου,
κατὰ μῆνα Μάϊον, ἐν ἔτει Κυρίου βγ΄
ἐν Λεμεσῷ τῆς μεγάλης νήσου Κύπρου,
κατὰ μῆνα Μάϊον, ἐν ἔτει Κυρίου βγ΄