If you are using a computer I would suggest
Logeion
There's a way to add a search link to your browser to lookup words by highlighting and right clicking.
Now let's see how good you are with the following 'alphabet'
Ἀλφάβητος παραινετικὴ πρὸς τοὺς νέους Γενναδίου Σχολαρίου:
Ἄκουσον, υἱέ, πατρικῶν διδαγμάτων·
Βροτὸς πεφυκὼς μὴ πλανῶ ἐν τῷ βίῳ.
Γνώριζε παντὸς αἴτιον Θεὸν μόνον.
Δέχου τὰ συμβαίνοντα συμφέροντά σοι.
Εὔχου σὺ ἀεί, κἂν περιστῶσι πλέον.
Ζήλου τὰ κρείττω καὶ φθόνου παντὸς δίχα.
Ἡ γλῶσσα σιγᾶν τὸ πλέον γινωσκέτω.
Θεοῦ φόβος σε τῶν κακῶν χωριζέτω.
Ἴαμα τὴν παίδευσιν εἰς ἀεὶ κρίνε.
Κράτει γέλωτος, γαστρός, ὀργῆς δὲ πλέον.
Λόγους πόθησον χρημάτων ὑπερτέρους.
Μὴ συμμορφωθῇς ἐν ὁδῷ μετ’ ἀφρόνων.
Νεκρῷ δάκρυσον· μνημόνευε θανάτου.
Ξένους ξένιζε, μὴ Θεοῦ ξένος γένῃ.
Ὅτ’ εὐτυχεῖς, μέμνησο τῆς κοινῆς τύχης.
Πεινῶσι τὸν σὸν ἱλαρῶς ἄρτον δίδου.
Ῥάβδον σεαυτοῦ τὴν συνείδησιν φέρε.
Σαυτῷ γίγνου δίκαιος, εἶτα τοῖς πέλας.
Τὸν μακρὸν ὕπνον ὥσπερ ἐχθρὸν ἐκτρέπου.
Ὕβριν ἅπασαν καὶ λόγον αἰσχρὸν φεῦγε.
Φύλασσε χεῖρας ἁρπαγῆς ὡς αἱμάτων.
Χρηστοὺς τρόπους δίωξον, ἢ σοφοὺς λόγους.
Ψεῦδος μίσησον, τὴν δ’ ἀλήθειαν φίλει.
Ὡς ἂν μετελθὼν οὐ φοβηθήσῃ κρίσιν.